Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.184 Joseph. AJ 16.190 (English) >>Joseph. AJ 16.195

16.188

Ἡρώδης δὲ διὰ τὴν ἐπιχείρησιν, ἣν ἐποιήσατο τῷ τάφῳ, χεῖρον ἐδόκει πράττειν ἐν τοῖς κατὰ τὴν οἰκίαν, εἴτε δὴ τοῦ μηνίματος ἐπιδόντος εἰς μάλιστα καὶ πρότερον ἐνόσει πλείω γενέσθαι πρὸς ἀνηκέστους ἐξελθεῖν συμφοράς, εἴτε καὶ τῆς τύχης ἐν ἐκείνῳ τὴν ἐπίθεσιν ποιουμένης ἐν οἷς τὸ κατὰ τὴν αἰτίαν εὔκαιρον οὐ μικρὰν πίστιν παρεῖχεν τοῦ διὰ τὴν ἀσέβειαν αὐτῷ τὰς συμφορὰς ἀπηντηκέναι. 16.189στάσις γὰρ ἦν ὥσπερ ἐμφυλίου πολέμου κατὰ τὴν αὐλὴν καὶ μίση πρὸς ἀλλήλους ἀνθυπερβαλλομένων ταῖς διαβολαῖς. 16.190ἐστρατήγει δʼ ἀεὶ κατὰ τῶν ἀδελφῶν Ἀντίπατρος δεινὸς ὢν ἔξωθεν μὲν περιβάλλειν αὐτοὺς ταῖς αἰτίαις, αὐτὸς δὲ πολλάκις ἀπολογουμένου τόπον λαμβάνων, ἵνʼ τὸ δοκοῦν εὔνουν πιστὸν αὐτῷ πρὸς τὰς ἐπιχειρήσεις ὧν ἐδόκει. καὶ τούτῳ τῷ τρόπῳ ποικίλως ἐκπεριεληλύθει τὸν πατέρα μόνος ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἅπαντα πράττειν αὐτὸς πεπιστευκώς. 16.191 δὲ καὶ Πτολεμαῖον, ὃς ἦν αὐτῷ διοικητὴς τῶν τῆς βασιλείας πραγμάτων, Ἀντιπάτρῳ συνίστη καὶ μετὰ τῆς ἐκείνου μητρὸς ὑπὲρ τῶν ἐπειγόντων ἐβουλεύετο. καὶ καθόλου τὰ πάντα ἦσαν οὗτοι καὶ πράττειν ὅσα θέλοιεν καὶ πρὸς δύσνοιαν ἄγειν τὸν βασιλέα τῶν ἔξωθεν οἷς ἐδόκει συμφέρειν. 16.192οἱ δʼ ἐκ τῆς Μαριάμμης χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν αἰτίαν ὑπʼ εὐγενείας οὐκ ἔφερον παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.184 Joseph. AJ 16.190 (English) >>Joseph. AJ 16.195

Powered by PhiloLogic